Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.126 Joseph. AJ 15.132 (English) >>Joseph. AJ 15.136

15.130ἄρξομαι δʼ ἀπὸ τοῦ πρώτου μάρτυρας ὑμᾶς ποιούμενος ὧν λέγω· τὴν γὰρ τῶν Ἀράβων παρανομίαν ἴστε μὲν δήπου καὶ πρὸς τοὺς ἄλλους ἅπαντας οὕτως ἀπίστως διακειμένων, ὡς εἰκὸς ἔχειν τὸ βάρβαρον καὶ ἀνεννόητον θεοῦ, πλεῖστα μέντοι προσέκρουσαν ἡμῖν πλεονεξίᾳ καὶ φθόνῳ καὶ ταῖς ταραχαῖς ἐφεδρεύοντες ἐξ ὑπογύου. 15.131καὶ τὰ μὲν πολλὰ τί δεῖ λέγειν; ἀλλὰ κινδυνεύοντας αὐτοὺς τῆς οἰκείας ἀρχῆς ἐκπεσεῖν καὶ δουλεύειν Κλεοπάτρᾳ τίνες ἄλλοι τοῦ δέους ἀπήλλαξαν; γὰρ ἐμὴ πρὸς Ἀντώνιον φιλία κἀκείνου πρὸς ἡμᾶς διάθεσις αἰτία γεγένηται μηδὲ τούτους ἀνήκεστόν τι παθεῖν, φυλαττομένου τἀνδρὸς μηδὲν ἐπιτηδεύειν, δύναιτʼ ἂν ὕποπτον ἡμῖν γενέσθαι. 15.132βουληθέντος δὲ ὅμως Κλεοπάτρᾳ μέρη τινὰ παρασχεῖν ἀφʼ ἑκατέρας τῆς ἀρχῆς, καὶ τοῦτο διῳκησάμην ἐγώ, καὶ πολλὰ δῶρα δοὺς ἰδίᾳ τὸ μὲν ἀσφαλὲς ἀμφοτέροις ἐπορισάμην, τὰς δὲ δαπάνας αὐτὸς ἀνέλαβον, διακόσια μὲν δοὺς τάλαντα, διακοσίων δʼ ἐγγυητὴς γενόμενος, τῇ μὲν προσοδευομένῃ γέγονεν, αὐτοὶ δʼ ὑπὸ τούτων ἀπεστερήμεθα. 15.133καίτοι γε ἄξιον ἦν μηδενὶ τῶν ὄντων Ἰουδαίους φόρον τῆς χώρας ἀπόμοιραν τελεῖν, εἰ δʼ οὖν, ἀλλʼ οὐχ ὑπέρ γε τούτων οὓς αὐτοὶ σεσώκαμεν, οὐδὲ τοὺς Ἄραβας ὁμολογήσαντας ἐντεύξεως καὶ χάριτος ὅτι τὴν ἀρχὴν ἐδόκουν τυγχάνειν ἀδικεῖν ἡμᾶς ἀποστεροῦντας, καὶ ταῦτα οὐ πολεμίους ὄντας, ἀλλὰ φίλους.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.126 Joseph. AJ 15.132 (English) >>Joseph. AJ 15.136

Powered by PhiloLogic